[ ]
Phokis — Delphi — 50 BC
| 1 | ἄρχοντος Διονυσίου μηνὸς Ἰλαίου, βουλευ- |
| όντων Πάτρωνος, Ἁγίωνος, Φιλιστίωνος, Πά- | |
| τρωνος, ἀπέδοτο Εἰράνα Νικία τῶι Ἀπόλλω- | |
| νι τῶ Πυθίωι σῶμα γυναικεῖον ἇ ὄνομα Ζω- | |
| 5 | πύρα τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν |
| τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ | |
| τοὺς νόμους τᾶς πόλιος· Φιλόνεικος Νικία. εἰ δέ τις | |
| ἐφάπτοιτο Ζωπύρας ἐπὶ καταδουλισμῶ, βέβαιον πα- | |
| ρεχόντω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα καὶ ὁ | |
| 10 | βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συ- |
| λέων Ζωπύραν ἐπ’ ἐλευθερία ἀζάμιος ὢν καὶ ἀνυπόδι- | |
| κος πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς Ἐμμενίδας, | |
| Λαιάδας, ἰδιῶται Κλέων, Βαβύλος, Ἧρυς, Νικανδρίδας. |