[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Δεξώνδα μηνὸς Ἡρακλείου, ἀπέδοντο Θεύδοτος Τι- |
| μάρχου καὶ Ἀρίστα Ἀρτεμιδώρου, συνευδοκέοντος τοῦ ἀνδρὸς | |
| αὐτ<ᾶ>ς Θεοδότου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνο- | |
| μα Νουμήνιος τὸ γένος Σύρον, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ | |
| 5 | τὰν τιμὰν ἔχοντι πᾶσαν. καθὼς ἐπίστευσε Νουμήνιος τὰν ὠ- |
| νὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν- | |
| των τὸμ πάντα χρόνον. βεβαιωτὴρ κατὰ τοὺς νόμους· Διονύ- | |
| σιος Ἀσάνδρου. βέβαιον δὲ παρεχόντω {ι} τῶι θεῶι τὰν ὠνὰν | |
| οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. εἰ δέ τις ἅπτοιτο Νουμηνί- | |
| 10 | ου ἐπὶ καταδουλισμῶι κύριος ἔστω προϊστάμενος ὁ θέλων |
| ὑπὲρ τὸν θεὸν Νουμηνίου καὶ συλέων Νουμήνιον ἐπ’ ἐλευθερίαι | |
| ἀζάμιος ὢν καὶ ἀνυπόδικος. μάρτυροι· Διονύσιος, Πολίτας Ἀσάν- | |
| δρου, Ξένων Ξενοκρίτου, Ἁγίων Κλεοδάμου, Διονύσιος Ἀστοξέ- | |
| νου, Βάχκιος Ἄγρωνος, Ἄρχων Καλλία, Μένης Πεισιστράτου καὶ | |
| 15 | οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες |
| τᾶς πόλιος Σώστρατος Σωτ[ύλ]ου, Ἁγίων Ἐκεφύλου, Γενναῖος | |
| Ἡρά[κω]νος. τὸ πυξίδιον φυλάσ<σ>ει Μένης, Ἀριστίων Ἁγίωνος, Τιμό- | |
| κριτος Εὐκλείδα. |