[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος ἐν Δελφοῖς Κλευδάμου μηνὸς Ἡρακλείου, |
| ἐν δὲ Ἀμφίσσα ἄρχοντος Χαριξένου μηνὸς Ποκίου, ἀπέδοτο Ἄγων | |
| Ἐπιχαρίδα, συνευδοκεόντων καὶ τῶν υἱῶν αὐτοῦ Ἁ[γί]ωνος, Ἐπιχα- | |
| ρίδα, Λυκίδα, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σκύλ- | |
| 5 | λα τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ ἡμιμναίου, καὶ τὰν |
| τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους καὶ κατὰ τὸ σύμβο- | |
| λον· Τιμοκλῆς Θρασέα Δελφός. παραμινάτω δὲ Σκύλλα παρὰ Εὐ- | |
| κλείδαν Ἀμεινοκλέος ἕως κα ζῆ Εὐκλείδας ποιοῦσα πᾶν τὸ δυ- | |
| νατόν. εἰ δέ τις ἐφάπτοιτο Σκύλλας ἐπὶ καταδουλισ[μῶι, κύ]ριος | |
| 10 | ἔστω ὁ παρατυχὼν συλέων αὐτὰν ὡς ἐλευθέραν, καὶ ὁ βεβαιωτὴρ |
| βεβαιούτω, καθὼς ἐπίστευσε Σκύλλα τῶι θεῶι τὰν ὠ[νάν]. ὁ δὲ προ- | |
| ϊστάμενος καὶ συλέων Σκύλλαν καὶ ὁ βεβαιῶν τῶι θεῶι ἀζάμιος | |
| ἔστω καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. εἰ δὲ μὴ θέλοι παρα- | |
| μεῖναι Σκύλλα παρὰ Εὐκλείδαν, καθὼς γέγραπται, κύριος ἔστω Εὐ- | |
| 15 | κλείδας ἐπιτιμέων Σκύλλαι καὶ μαστιγώων πλαγαῖς ἀσινέοις. ἁ [δὲ] |
| ὠνὰ κυρία ἔστω ἀναγεγραμμένα ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος. | |
| μάρτυροι· καὶ οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Δρομοκλείδας, Ἄρχων καὶ ὁ νεοκό- | |
| ρος Μένης καὶ οἱ ἄρχοντες Κλεύδαμος, Ἁγίων, Μνασίθεος καὶ ἰδιῶται | |
| Εὐκλῆς Δελφοί· Μνασίλαος, Δαμοκλῆς, [Ἀ]γαθίων, Θάῤῥ[υς] Ἀμφισσεῖς. |