[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Βαβύλου τοῦ Αἰακίδα μηνὸς Δαι- |
| δαφορίου, ἀπέδοτο Μνασιστράτα Σωκλέος | |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον | |
| ἇι ὄνομα Νίκαια, τιμᾶς ἀργυρίου μνᾶν πέν- | |
| 5 | τε, καὶ τὰν τιμὰν ἔχει. καθὼς ἐπίστευσε Νί- |
| καια τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὅτωι ἐλευ- | |
| θέραν εἶμεν τὸν πάντα χρόνον, ποιοῦσαν | |
| ὅ κα θέλη καὶ ἀποτρέχουσα ὅπα κα θέλη. εἰ | |
| δέ τις καταδουλίζοιτο Νίκαιαν, κύριος ἔ- | |
| 10 | στω ὁ παρεντυχὼν συλέων Νίκαιαν ἀνυπόδικος ἐὼν καὶ ἀζάμιος |
| πάσας δίκας καὶ ζαμίας. βεβαιωτήρ· Ἀριστίων Ἄγωνος, κατὰ τοὺς | |
| νόμους τᾶς πόλιος. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀνδρό- | |
| νικος καὶ ἰδιῶται Εὐκράτης Καλλίκωνος, Ἵππων Ἀθανίωνος, Φιλιστίων, | |
| Ἀνδρόξενος, Νικέας Ἀγησάρχου, Τιμόκριτος Εὐκλείδα. |