[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Ξενοκρίτου, μηνὸς Ἰλαίου, βουλευόντων
τὰν δευτέραν ἑξάμηνον Κλέωνος τοῦ Κλευδάμου,
Καλλικράτεος τοῦ Διοδώρου, γραμματεύοντος
Μεγάρτα τοῦ Μελισσίωνος, ἐν δὲ Ἀμβρύσσωι ἄρχοντος
5 Ἀριστίωνος τοῦ Ὀρεστάδα, μηνὸς Ἀφαμίου, ἐπὶ
τοῖσδε ἀπέδοτο Νικὼ Ἀρχιδάμου Ἀμβρυσία τῶι
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄ-
νομα Σαραπιὰς τὸ γένος οἰκογενῆ, τιμᾶς
ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶ-
10 σαν, καθὼς ἐπίστευσε Σαραπὶας τῶι θεῶι τὰν
ὠνάν, ὥσστε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον
τὸν πάντα χρόνον. βεβαιωτήρ· Αἰνησίας Δαμο-
κλέος Ἀμβρύσσιος. εἰ δέ τις καταδουλίζοιτο Σα-
ραπιάδα, κυρία ἔστω αὐσωτὰν συλέουσα καὶ
15 ἄλλος ὁ θέλων, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι
καθώς κα συλάσωντι, καὶ ὁ βεβαιωτὴρ βεβαι-
ούτω. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων,
καὶ τῶν ἀρχόντων Κλέων Κλευδάμου, ἰδιῶται Θράσων
Ἐλατεύς, Ἀρίστων Διονυσίου Ἀμβρύσιος, Πολύ-
20 ων Τιμοκλέος, Ξένων Μαρσύου, Εὔνους
Εὐνίκου, Ὀρθαῖος Σωσία, Σωκλῆς
Ἀγάθωνος, Δάμων Ξενοστράτου Δελφοί.
Search Help
Contact Us