[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Ξενοκρίτου, μηνὸς Ἰλαίου, βουλευόντων |
| τὰν δευτέραν ἑξάμηνον Κλέωνος τοῦ Κλευδάμου, | |
| Καλλικράτεος τοῦ Διοδώρου, γραμματεύοντος | |
| Μεγάρτα τοῦ Μελισσίωνος, ἐν δὲ Ἀμβρύσσωι ἄρχοντος | |
| 5 | Ἀριστίωνος τοῦ Ὀρεστάδα, μηνὸς Ἀφαμίου, ἐπὶ |
| τοῖσδε ἀπέδοτο Νικὼ Ἀρχιδάμου Ἀμβρυσία τῶι | |
| Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄ- | |
| νομα Σαραπιὰς τὸ γένος οἰκογενῆ, τιμᾶς | |
| ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶ- | |
| 10 | σαν, καθὼς ἐπίστευσε Σαραπὶας τῶι θεῶι τὰν |
| ὠνάν, ὥσστε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον | |
| τὸν πάντα χρόνον. βεβαιωτήρ· Αἰνησίας Δαμο- | |
| κλέος Ἀμβρύσσιος. εἰ δέ τις καταδουλίζοιτο Σα- | |
| ραπιάδα, κυρία ἔστω αὐσωτὰν συλέουσα καὶ | |
| 15 | ἄλλος ὁ θέλων, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι |
| καθώς κα συλάσωντι, καὶ ὁ βεβαιωτὴρ βεβαι- | |
| ούτω. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων, | |
| καὶ τῶν ἀρχόντων Κλέων Κλευδάμου, ἰδιῶται Θράσων | |
| Ἐλατεύς, Ἀρίστων Διονυσίου Ἀμβρύσιος, Πολύ- | |
| 20 | ων Τιμοκλέος, Ξένων Μαρσύου, Εὔνους |
| Εὐνίκου, Ὀρθαῖος Σωσία, Σωκλῆς | |
| Ἀγάθωνος, Δάμων Ξενοστράτου Δελφοί. |