[ ] Phokis — Delphi — 100-50 BC
1 Θεὸς. τύχαν ἀγαθάν.
ἄρχοντος Δωροθέου μηνὸς Ἰλαίου, ἀπέδο-
το Δάμων Δαμοκράτεος τῶι Ἀπόλλωνι
τῶι Πυθίωι ἐπ’ ἐλευθερίαι σῶμα γυ-
5 ναικεῖον οἰκογενὲς ἇι ὄνομα Νίκαια,
τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν
ἀπέχει πᾶσαν, καθὼς ἐπίστευσε Νί-
καια τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι ἐλευθέ-
ρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων
10 τὸν πάντα βίον, ποιοῦσα ὅ κα θέλη καὶ
ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτῆ-
ρες κατὰ τοὺς νόμους τᾶς πόλιος·
Ξενόκριτος καὶ Δάμων οἱ Μένητος.
εἰ δέ τις ἐφάπτοιτο Νικαίας ἐπὶ κατα-
15 δουλισμῶ, βέβαιον
παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε
ἀποδόμενος καὶ ο<ἱ> βεβαιωτῆρ<ες>, καὶ
ὁμοίως οἱ παρατυγχάνοντες κύρι-
οι ἐόντων συλέοντες Νίκαιαν ὡς ἐλευθέ-
20 ραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδι-
κοι πάσας δίκας καὶ ζαμίας. μάρτυ-
ροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Αἰακίδας
Βαβύλου, Ἐμμενίδας Πάσωνος καὶ
οἱ ἄρχοντες Βαβύλος, Ἁγίων, Πύῤῥος,
25 Δάμων καὶ ἰδιῶται Δωρόθεος, Σώ-
στρατος, Γοργίλος, Κλέων, Πάτρων,
Φιλόνικος, Πολύκλειτος.
Search Help
Contact Us