[ ]
Phokis — Delphi — 100-50 BC
1 | Θεὸς. τύχαν ἀγαθάν. |
ἄρχοντος Δωροθέου μηνὸς Ἰλαίου, ἀπέδο- | |
το Δάμων Δαμοκράτεος τῶι Ἀπόλλωνι | |
τῶι Πυθίωι ἐπ’ ἐλευθερίαι σῶμα γυ- | |
5 | ναικεῖον οἰκογενὲς ἇι ὄνομα Νίκαια, |
τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν | |
ἀπέχει πᾶσαν, καθὼς ἐπίστευσε Νί- | |
καια τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι ἐλευθέ- | |
ρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων | |
10 | τὸν πάντα βίον, ποιοῦσα ὅ κα θέλη καὶ |
ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτῆ- | |
ρες κατὰ τοὺς νόμους τᾶς πόλιος· | |
Ξενόκριτος καὶ Δάμων οἱ Μένητος. | |
εἰ δέ τις ἐφάπτοιτο Νικαίας ἐπὶ κατα- | |
15 | δουλισμῶ, βέβαιον |
παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε | |
ἀποδόμενος καὶ ο<ἱ> βεβαιωτῆρ<ες>, καὶ | |
ὁμοίως οἱ παρατυγχάνοντες κύρι- | |
οι ἐόντων συλέοντες Νίκαιαν ὡς ἐλευθέ- | |
20 | ραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδι- |
κοι πάσας δίκας καὶ ζαμίας. μάρτυ- | |
ροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Αἰακίδας | |
Βαβύλου, Ἐμμενίδας Πάσωνος καὶ | |
οἱ ἄρχοντες Βαβύλος, Ἁγίων, Πύῤῥος, | |
25 | Δάμων καὶ ἰδιῶται Δωρόθεος, Σώ- |
στρατος, Γοργίλος, Κλέων, Πάτρων, | |
Φιλόνικος, Πολύκλειτος. |