[ ]
Phokis — Delphi — 100-50 BC
| 1 | Θεὸς. τύχαν ἀγαθάν. |
| ἄρχοντος Δωροθέου μηνὸς Ἰλαίου, ἀπέδο- | |
| το Δάμων Δαμοκράτεος τῶι Ἀπόλλωνι | |
| τῶι Πυθίωι ἐπ’ ἐλευθερίαι σῶμα γυ- | |
| 5 | ναικεῖον οἰκογενὲς ἇι ὄνομα Νίκαια, |
| τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν | |
| ἀπέχει πᾶσαν, καθὼς ἐπίστευσε Νί- | |
| καια τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι ἐλευθέ- | |
| ρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων | |
| 10 | τὸν πάντα βίον, ποιοῦσα ὅ κα θέλη καὶ |
| ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτῆ- | |
| ρες κατὰ τοὺς νόμους τᾶς πόλιος· | |
| Ξενόκριτος καὶ Δάμων οἱ Μένητος. | |
| εἰ δέ τις ἐφάπτοιτο Νικαίας ἐπὶ κατα- | |
| 15 | δουλισμῶ, βέβαιον |
| παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε | |
| ἀποδόμενος καὶ ο<ἱ> βεβαιωτῆρ<ες>, καὶ | |
| ὁμοίως οἱ παρατυγχάνοντες κύρι- | |
| οι ἐόντων συλέοντες Νίκαιαν ὡς ἐλευθέ- | |
| 20 | ραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδι- |
| κοι πάσας δίκας καὶ ζαμίας. μάρτυ- | |
| ροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Αἰακίδας | |
| Βαβύλου, Ἐμμενίδας Πάσωνος καὶ | |
| οἱ ἄρχοντες Βαβύλος, Ἁγίων, Πύῤῥος, | |
| 25 | Δάμων καὶ ἰδιῶται Δωρόθεος, Σώ- |
| στρατος, Γοργίλος, Κλέων, Πάτρων, | |
| Φιλόνικος, Πολύκλειτος. |