[ ]
Phokis — Delphi — 50 BC
| 1 | ἄρχοντος Πεισιστράτου, μηνὸς Ἰλαίου, βουλευόντων Διοδώρου, Ἁγίω- |
| νος, Ἀγησιλάου, Φίλωνος, ἀπέδοτο Γάϊος Ἀππώνιος Γαΐου Διονύσιος τῶι Ἀ- | |
| πόλλωνι κοράσιον ἇι ὄνομα Φιλὼ ἐπ’ ἐλευθερίαι, τιμᾶς ἀργυρίου στατήρων | |
| δέκαπέντε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς | |
| 5 | πόλιος· Καλλίας Εὐκλείδα. καθὼς ἐπίστευσε Φιλὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν |
| καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον. παραμινάτω δὲ Φιλὼ ἐν τῶι τρο- | |
| φεᾶι Συμμάχωι καὶ Σωσικρατείαι ποιοῦσα τὸ ἐπιτασσόμενον πᾶν τὸ δυνατόν. | |
| κύριοι ἔστωσαν ἐπιτιμέοντες τρόπωι ὧι κα θέλωντι. εἰ δέ τις ἐφάπτοιτο | |
| ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βε- | |
| 10 | βαιωτήρ. κύριος δὲ ἔστω καὶ ὁ παρατυχὼν συλέων ἐλευθέραν ἀζάμιος ὢν καὶ ἀνυπόδικος. |
| μάρτυροι· οἱ ἱερεῖς Ἐμμενίδας, Λαϊάδας· Πάσων, Διόδωρος, Σάτυρος. |