[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Ξενοκρίτου, μηνὸς Δαιδαφορίου, |
ἀπέδοτο Σωτίμα Πολίτα τῶι Ἀπόλλωνι τῶι | |
Πυθίωι, συνευδοκεόντων καὶ τῶν υἱῶν αὐ- | |
τᾶς Διονυσίου καὶ Πολίτα, σῶμα γυναικεῖον | |
5 | οἰκογενῆ ἇι ὄνομα Ἀλκυονίς, τιμᾶς ἀργυρίου |
μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει. βεβαιωτῆ- | |
ρες κατὰ τοὺς νόμους τᾶς πόλιος· Διονύσι- | |
ος καὶ Πολίτας Ἀσάνδρου. καθὼς ἐπί- | |
στευσε Ἀλκυονὶς τῶι θεῶι | |
10 | τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶ- |
μεν καὶ ἀνέφαπτος ἀπὸ πάντων | |
τὸν πάντα βίον, ποιέουσα ὅ κα θέληι | |
καὶ ἀποτρέχουσα οἷς κα θέληι. εἰ δέ τις | |
ἐφάπτοιτο Ἀλκυονίδος ἐπὶ καταδουλι- | |
15 | σμῶι, κύριος ἔστω ὁ παρατυχὼν συλέων ὡς |
ἐοῦσαν ἐλευθέραν ἀζάμιος ὢν καὶ ἀνυπόδικος | |
πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς τοῦ | |
Ἀπόλλωνος Ἄρχων, καὶ τῶν ἀρχόντων Γενναῖος, | |
Σώξενος, Σωσίπατρος καὶ ἰδιῶται Τιμόκριτος, Ἀν- | |
20 | τιγένης Ἄγωνος, Καλλείδας Εὐκλείδα. |