[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Ξενοκρίτου, μηνὸς Δαιδαφορίου, |
| ἀπέδοτο Σωτίμα Πολίτα τῶι Ἀπόλλωνι τῶι | |
| Πυθίωι, συνευδοκεόντων καὶ τῶν υἱῶν αὐ- | |
| τᾶς Διονυσίου καὶ Πολίτα, σῶμα γυναικεῖον | |
| 5 | οἰκογενῆ ἇι ὄνομα Ἀλκυονίς, τιμᾶς ἀργυρίου |
| μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει. βεβαιωτῆ- | |
| ρες κατὰ τοὺς νόμους τᾶς πόλιος· Διονύσι- | |
| ος καὶ Πολίτας Ἀσάνδρου. καθὼς ἐπί- | |
| στευσε Ἀλκυονὶς τῶι θεῶι | |
| 10 | τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶ- |
| μεν καὶ ἀνέφαπτος ἀπὸ πάντων | |
| τὸν πάντα βίον, ποιέουσα ὅ κα θέληι | |
| καὶ ἀποτρέχουσα οἷς κα θέληι. εἰ δέ τις | |
| ἐφάπτοιτο Ἀλκυονίδος ἐπὶ καταδουλι- | |
| 15 | σμῶι, κύριος ἔστω ὁ παρατυχὼν συλέων ὡς |
| ἐοῦσαν ἐλευθέραν ἀζάμιος ὢν καὶ ἀνυπόδικος | |
| πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς τοῦ | |
| Ἀπόλλωνος Ἄρχων, καὶ τῶν ἀρχόντων Γενναῖος, | |
| Σώξενος, Σωσίπατρος καὶ ἰδιῶται Τιμόκριτος, Ἀν- | |
| 20 | τιγένης Ἄγωνος, Καλλείδας Εὐκλείδα. |