[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Δάμωνος τοῦ Ξενοστράτου, μηνὸς Θευ-
ξενίου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον
Εὐκλέος τοῦ Καλλιστράτου, Ἁγίωνος τοῦ Ἐχεφύ-
λου, Ἀναξανδρίδα τοῦ Αἰακίδα, ἐπὶ τοῖσδε
5 ἀπέδοτο Εὐκλῆς Καλλιστράτου τῶι Ἀπόλ-
λωνι τῶι Πυθίωι σῶμα ἀνδρῆον ὧι ὄνομα Χαιρή-
μων, τὸ γένος Πάφιος, τιμᾶς ἀργυρίου μνᾶν πέντε,
στατήρων δέκα, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ-
σε Χαιρήμων τῶι θεῶι τὰν ὠνὰν, ἐφ’ ὧιτε ἐλεύθερος εἶ-
10 μεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποι-
έων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτὴρ κα-
τὰ τὸν νόμον τᾶς πόλιος· Δαμοσθένης Ἄρχωνος. εἰ δέ
τις ἅπτοιτο Χαιρήμονος ἐπὶ καταδουλισσμῶι, βέβαι-
ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος
15 Εὐκλῆς καὶ ὁ βεβαιωτὴρ Δαμοσθένης. εἰ δὲ μὴ παρέχοιν
βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν
νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες
κύριοι ἐόντων συλέοντες Χαιρήμονα ὡς ἐλεύθερον ἐ-
όντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ
20 ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων,
Δρομοκλείδας καὶ οἱ ἄρχοντες Ἁγίων, Ἀναξανδρίδας,
Εὐκλῆς καὶ ἰδιῶται Τιμόκριτος, Μνασίας, Πολέμαρχος
Πολέμωνος, Ἄθαμβος Ἁβρομάχου.
Search Help