[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Ξενοκ[ρίτου, μηνὸς] Θεοξε- |
| νίου, βουλευόντων [τὰν δευτέ]ραν ἑξά- | |
| μηνον Κλέωνος τοῦ [Κλεοδάμου], Καλλικρά- | |
| τιος τοῦ Διοδώρου, [γραμματεύο]ντος δὲ | |
| 5 | Μεγάρτα τοῦ Μελι[σσίωνος, ἐπὶ] τοῖσδε |
| ἀπέδοτο Δεξώνδας [Δάμωνος, συν]ευδοκε- | |
| όντων καὶ τῶν υἱῶν [αὐτοῦ Δ]άμωνος καὶ | |
| Ἀγάθωνος, τῶι Ἀπόλλ[ωνι τ]ῶι Πυθίωι | |
| σῶμα ἀνδρεῖον ὧι ὄνομα [Παρ]νασσὸς, τὸ | |
| 10 | γένος Σύρον, τιμᾶς ἀργυρίου μνᾶν πέντε, |
| καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ- | |
| σε Παρνασσὸς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ- | |
| θερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάν- | |
| τα βίον, ποιέων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς | |
| 15 | κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλι- |
| ος· Δάμων Δεξώνδα. εἰ δέ τις ἐφάπτοιτο Παρ- | |
| νασσοῦ ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόν- | |
| τω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Δε- | |
| ξώνδας καὶ ὁ βεβαιωτὴρ Δάμων. ὁμοίως δὲ | |
| 20 | καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω συ- |
| λέοντες Παρνασσὼ ὡς ἐλεύθερον ἐόντα | |
| ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δί- | |
| κας καὶ ζαμίας. μὴ ἀπαλλοτριωσάτω δὲ Παρ- | |
| νασσὸς τὰ ὑπάρχοντα ἀπὸ Δεξώνδα καὶ τῶν | |
| 25 | υἱῶν κατὰ μηθένα τρόπων, κυριευέτω δὲ ὧ<ν> |
| κα ἔχηι Παρνασσὸς ἕως κα ζώηι καὶ μὴ ἀφελέ- | |
| σθω μηθεὶς Παρνασσοῦ μηθέν, προστάταν | |
| δὲ νεμέτω Δεξώνδαν καὶ τοὺς ἐγγόνους | |
| Δεξώνδα. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος | |
| 30 | Ἄρχων καὶ οἱ ἄρχοντες Κλέων Κλεοδάμου, |
| Καλλικράτης, Μεγάρτας καὶ ἰδιῶται Λαιάδας, | |
| Καλλίκων, Μικκύλος, Ἁβρόμαχος Μαντία, Κλεόδα- | |
| μος Καλλιγένεος, Διόδωρος Φιλάγρου, Πασίων Κλέ- | |
| ωνος. |