[ ]
Phokis — Delphi — 187/186 BC
| 1 | ἄρχοντος Πεισίλα, μηνὸς Ποιτροπίου, |
| ἐπὶ τοῖσδε ἀπέδοτο Ἰσχέας Δωροθέου Οἰ- | |
| ανθεύς, συνεπαινεούσας Ἀγήσας τᾶς | |
| Ζεύξιος θυγατρὸς Οἰανθίδος, τῶι Ἀπόλλω- | |
| 5 | νι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Δορ- |
| κίνας τιμᾶς ἀργυρίου μνᾶν δύο καὶ ἡμιμναί- | |
| ου, καθὼς ἐπίστευσε Δορκίνας τῶι θεῶι τὰν | |
| ὠνὰν ἐφ’ ὧι τε ἐλεύθερον εἶμεν καὶ ἀνέ- | |
| φαπτον ἀπὸ πάντων τὸμ πάντα βίον, ποέον- | |
| 10 | τα ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὸ- |
| ν νόμον· Πειθαγόρας Ξένωνος, Κρά- | |
| των Νικοδάμου Δελφοί. μάρτυρες· τοὶ ἱε- | |
| ρεῖς τοῦ Ἀπόλλωνος Ξένων, Ἄθαμβος, καὶ | |
| τοὶ ἄρχοντες Θεόφραστος, Ξένων, Ἀριστοτέ- | |
| 15 | λης· ἰδιῶται Γλαῦκος, Βαβύλος, Ταραντῖνος, |
| Δαμοχάρης, Κλεοφάνης Δελφοί. |