[ ]
Phokis — Delphi — 177 BC
| 1 | ἄρχοντος Πραξία, μηνὸς Ἀμαλίου, ἐπὶ τοῖσδε ἀπέδοτο Διονύσιος Ἀσάνδρου Δελφὸς τῶι Ἀπόλλωνι τῶι |
| Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἀγάθων τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Ἀγάθων τῶι | |
| θεῶι τὰν ὠνάν. βεβαιωτὴρ κατὰ τὸν νόμον· Σώπολις Ἀσάνδρου Δελφός. Παραμεινάτω δὲ Ἀγάθων | |
| παρὰ Διονύσιον ἄχρι κα ζώηι Διονύσιος, ποιέων τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν. εἰ δέ κα μὴ παρα- | |
| 5 | μένηι μηδὲ ποιῆι τό ποτιτασσόμενον δυνατὸς ἐών, ἐξέστω Διονυσίωι κολάζειν ὥς κα αὐτὸς θέληι. |
| Ἐπεὶ δέ κα τελευτάσηι Διονύσιος, ἐλεύθερος ἔστω Ἀγάθων, κυριεύων αὐτὸς αὑτοῦ, καὶ ποιέων | |
| ὅκα θέληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται Ἀγάθωνος ἐπὶ καταδουλισ- | |
| μῶι, τελευτάσαντος Διονυσίου, βέβαιον παρεχέτω ὁ βεβαιωτὴρ τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νό- | |
| μον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλεύθερον ὄντα, ἀζάμιοι | |
| 10 | ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς Ἄθαμβος, Ἀμύντας, καὶ ἰδιῶται |
| Δαμοχάρης, Πάτρων, Καλλίκων, Ἀρισταίνετος, Ὀρθαῖος, Κάλλων. |