[ ]
Phokis — Delphi — May/June 179 BC
1 | [ἄρχο]ντος Μαντία, μηνὸ[ς |
Ἡρα]κλείου, ἐπὶ τοῖσδε ἀπέ- | |
δοτο Σώπολις Ἀσάν- | |
δρου Δελφὸς τῶι Ἀπόλ- | |
5 | λωνι τῶι Πυθίωι σῶμα γυ- |
ναικεῖον ἇι ὄνομα Ἐπιξένα τι- | |
μᾶς ἀργυρίου μνᾶν τριῶν, | |
καθὼς ἐπίστευσε Ἐπιξένα | |
τῶι θεῶι τὰν ὠνὰν ἐφ’ ὧι | |
10 | τε ἐλευθέρα εἶμεν καὶ ἀνέ- |
φαπτος ἀπὸ πάντων τὸμ | |
πάντα βίον, ποέουσα ὅ κα θέ- | |
ληι καὶ ἀποτρέχουσα οἷς κα | |
θέληι. βεβαιωτὴρ κατὰ τὸν | |
15 | νόμον. Χαρίξενος Ἀμυνέ- |
α Δελφός | |
μάρτυρες· τοὶ ἱερεῖς | |
τοῦ Ἀπόλλωνος Ἄθαμ- | |
βος, Ἀμύντας, τῶν δὲ ἀρχόν- | |
20 | των Σωδαμίδας, Ξενέας |
ἰδιῶται Δαμοχάρης καὶ Εὐ- | |
κλείδας Καλλείδα. |