[ ]
Phokis — Delphi — 194 BC
| 1 | ἄρχοντος ἐν Δελφοῖς Πειθαγόρα, μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδοτο |
| Ζηνέας Ἁγνία Δελφὸς Λύκαν τῶι Ἀπόλλωνι τῶι Πυθίωι ἀργυρίου μνᾶν δύο, | |
| καθὼς ἐπίστευσε Λύκα τῶι θεῶι τὰν ὠνὰν ἐφ’ ὧι αὐτὰν ἐλευθέραν | |
| εἶμεν, ποέουσαν ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Στράτων Βούλωνος | |
| 5 | Δελφός. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ξένων, Ἄθαμβος· Ἁγίων, |
| Μνάσων, Εὐκλείδας Δελφοί. |