[ ] Phokis — Delphi — 194 BC
1 ἄρχοντος ἐν Δελφοῖς Πειθαγόρα, μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδοτο
Ζηνέας Ἁγνία Δελφὸς Λύκαν τῶι Ἀπόλλωνι τῶι Πυθίωι ἀργυρίου μνᾶν δύο,
καθὼς ἐπίστευσε Λύκα τῶι θεῶι τὰν ὠνὰν ἐφ’ ὧι αὐτὰν ἐλευθέραν
εἶμεν, ποέουσαν ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Στράτων Βούλωνος
5 Δελφός. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ξένων, Ἄθαμβος· Ἁγίων,
Μνάσων, Εὐκλείδας Δελφοί.
Search Help
Contact Us