[ ]
Phokis — Delphi — 185 BC
| 1 | ἄρχοντος Νικοβούλου, μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ξένων Βούλωνος τῶι Ἀπόλλωνι |
| τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Λαρίσα, τιμᾶς ἀργυρίου μνᾶν δύο, καθὼς ἐπίστευσε τῶι θεῶι | |
| τὰν ὠνὰν Λαρίσα ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον, | |
| ποιέουσαν ὅ κα θέληι. βεβαιωτήρ· Ἀγίων Καλλικράτεος. μάρτυρες· ὁ ἱερεὺς Ἄθαμβος, | |
| 5 | καὶ τοὶ ἄρχοντες Δάμων, Ξενοχάρ[ης], Εὐκράτης. |