[ ]
Phokis — Delphi — 194 BC
1 | ἄρχοντος ἐν Δελφοῖς Πειθαγόρα, μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδοτο |
Ζηνέας Ἁγνία Δελφὸς Λύκαν τῶι Ἀπόλλωνι τῶι Πυθίωι ἀργυρίου μνᾶν δύο, | |
καθὼς ἐπίστευσε Λύκα τῶι θεῶι τὰν ὠνὰν ἐφ’ ὧι αὐτὰν ἐλευθέραν | |
εἶμεν, ποέουσαν ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Στράτων Βούλωνος | |
5 | Δελφός. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ξένων, Ἄθαμβος· Ἁγίων, |
Μνάσων, Εὐκλείδας Δελφοί. |