[ ] Phokis — Delphi — 185 BC
1 ἄρχοντος Νικοβούλου, μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ξένων Βούλωνος τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Λαρίσα, τιμᾶς ἀργυρίου μνᾶν δύο, καθὼς ἐπίστευσε τῶι θεῶι
τὰν ὠνὰν Λαρίσα ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον,
ποιέουσαν ὅ κα θέληι. βεβαιωτήρ· Ἀγίων Καλλικράτεος. μάρτυρες· ὁ ἱερεὺς Ἄθαμβος,
5 καὶ τοὶ ἄρχοντες Δάμων, Ξενοχάρ[ης], Εὐκράτης.
Search Help
Contact Us