[ ]
Phokis — Delphi — 187 BC
| 1 | ἄρχοντος Κλεοδάμου τοῦ Πολυκλείτου, μηνὸς Θεοξενίου, ἐπὶ |
| τοῖσδε ἀπέδοτο Ἀρίσταρχος Θεοξένου Ἑλικώνιος τῶι Ἀπόλλωνι | |
| τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωσικράτης οἰκογενῆ τιμᾶς | |
| ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Σωσικράτης τῶι θεῶι | |
| 5 | τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων |
| τὸμ πάντα βίον, ποέων ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· | |
| Ξενοκράτης Ἀριστοδάμου Μεδεώνιος. μάρτυρες· τοὶ ἱερεῖς | |
| Ξένων, Ἄθαμβος καὶ τοὶ προστάται Πολύκλειτος, Ἁγί- | |
| ων· ἰδιῶται Ἀριστόμαχος, Διόδωρος, Δίων, Κρατίδας Δελφοί, | |
| 10 | Ἀμύμων, Κρατῖνος Μεδεώνιοι, Δεινέας, Ἀντιγένης |
| Ἀμβρύσσιοι. |