[ ]
Phokis — Delphi — 193 BC
| 1 | ἄρχοντος ἐν Δελφοῖς Ἐκεφύλου, μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο |
| Θρασυκλῆς Εὐδόκου Δελφὸς Πυρρίαν τῶι Ἀπόλλωνι τῶι Πυθίωι ἀργυρίου | |
| μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Πυρρίας τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι | |
| αὐτὸν ἐλεύθερον εἶμεν ποιέοντα ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· | |
| 5 | Ἀναξανδρίδας. μάρτυρες Πιστέας, Νικόμαχος, Πεισίστρατος, |
| Ἀριστίων, Ἄνδρων. |