[ ]
Phokis — Delphi — 186 BC
| 1 | ἄρχοντος Πεισίλα, μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέδοτο Θάρσιππος |
| Νίκωνος Ὀπούντιος, κατοικέων ἐν Δελφοῖς, τῶι Ἀπόλλωνι τῶι Πυθίωι [σῶμα] | |
| ἀνδρεῖον ὧι ὄνομα Βρόμιος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν ἑπτά, καθὼς | |
| ἐπίστευσε Βρόμιος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλεύθερον εἶμεν καὶ ἀνέ- | |
| 5 | φαπτον ἀπὸ πάντων τὸμ πάντα βίον, ποέοντα ὅ κα θέληι καὶ ἀποτρέχ[οντα] |
| οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Σέλευκος Ἐπινίκου Δελφός. | |
| βέβαιον δὲ παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Θάρσιππος | |
| καὶ ὁ βεβαιωτὴρ Σέλευκος. εἰ δέ κα μὴ παρέχοντι, πράκτιμοι ἐόντων | |
| κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων | |
| 10 | συλέοντες ὡς ἐλεύθερον ὄντα, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας |
| δίκας καὶ ζαμίας. μάρτυρες· ὁ ἱερεὺς Ἄθαμβος, τῶν δὲ ἀρχόντων Κλεόδαμος | |
| Κλέωνος, ἰδιῶται· Δαμοχάρης, Ἀγησίας, Θεύξενος, Ἀγάθων, Πολύκλειτος, | |
| Καλλικράτης, Σώτας. |