[ ]
Phokis — Delphi — 187/186 BC
| 1 | ἄρχοντος Πεισ[ίλα], μηνὸς Ποιτ[ροπίου, ἐπὶ |
| τοῖσ]δε ἀπέδοτο Φιλοκράτης Θ[εοφράστου] | |
| Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθ[ίωι σῶμα] | |
| γυναικεῖον ἇι ὄνομα Νουία τιμᾶς ἀργ[υρίου] | |
| 5 | μνᾶν τριῶν, καθὼς ἐπίστευσε Νουί[α τῶι θε]ῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέραν εἶμ[εν καὶ] |
| ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βί[ον. βεβαι]- | |
| ωτῆρες κατὰ τὸν νόμον· Θεόφραστος, ․․․․․․․․ | |
| Φιλοκράτεος Δελφοί. Παραμεινάτω δ[ὲ Νουία] | |
| 10 | παρὰ Φιλοκράτη ἄχρι κα ζώηι Φιλοκράτης, |
| ποέουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν | |
| ἀνεγκλήτως. εἰ δέ τι κα μὴ ποιῆι Νουία τῶν πο- | |
| τιτασσομένων ὑπὸ Φιλοκράτεος, καθὼς γέ- | |
| γραπται, δυνατὰ οὖσα, ἐξέστω Φιλοκράτει κολά- | |
| 15 | ζειν, καθως κα αυτὸς δείδηται (?), καὶ ἄλλωι ὑπὲρ |
| Φιλοκράτη, ἀζάμιοις ὄντοις καὶ ἀνυποδίκοις | |
| πάσας δίκας καὶ ζαμίας. εἰ δέ τί κα πάθηι Φι- | |
| λοκράτης, ἐλευθέρα ἔστω Νουία, κυριεύουσα αὐ- | |
| τὸς(!) αὑτᾶς καὶ ποέουσα ὅ κα θέληι, καθὼς ἐπί- | |
| 20 | στευσε Νουία τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτη- |
| ται Νουίας τελευτάσαντος Φιλοκράτεος, βέβαιον | |
| παρεχόντω οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνὰν | |
| κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνον- | |
| τες κύριοι ἐόντω συλέοντες ὡς ἐλευθέραν οὖσαν, ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας | |
| 25 | δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀ- |
| πόλλωνος Ξένων, Ἄθαμβος, καὶ τοὶ ἄρχοντες | |
| Ξένων, Ἀριστοτέλης, ἰδιῶται Δαμοχάρης, | |
| Ἀθανίων, Πράξων, Εὐκλείδας, Ἀρχιάδας, | |
| Δίων, Ἀγάθων. |