[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Ξενοκρίτου, μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀμμίλα Ἐυτύχου τῶι Ἀπό- |
λλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον κορίδιον, ἇι ὄνομα Ἀφροδισία τὸ γένος Βοι- | |
ωτὰν ἐγ Λεπαδήας, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Ἀφρο- | |
δισία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν- | |
5 | των τὸν πάντα βίον. |
βεβαιωτὴρ(!) κατὰ τὸν νόμον· | |
Ἵππων Βαχχίου, Πολέμαρχος Χαριξένου. εἰ δέ τις αὐτᾶς ἐφάπτοιτο ἐπὶ καταδου- | |
λισμῶι, κύριος ἔστω συλέων ὁ παρατυχὼν ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμι- | |
ος ἐὼν καὶ ἀνυπόδικος ὁ συλέων πάσας δίκας καὶ ζαμίας. μάρτυροι· | |
10 | ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων, καὶ οἱ ἄρχοντες Κλέων Κλευδάμου, |
Καλλικράτης, Μεγάρτας, καὶ ἰδιῶται Τιμόκριτος, Χαρίξενος, Ἀγάθων. |