[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Ξενοκρίτου, μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀμμίλα Ἐυτύχου τῶι Ἀπό- |
| λλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον κορίδιον, ἇι ὄνομα Ἀφροδισία τὸ γένος Βοι- | |
| ωτὰν ἐγ Λεπαδήας, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Ἀφρο- | |
| δισία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν- | |
| 5 | των τὸν πάντα βίον. |
| βεβαιωτὴρ(!) κατὰ τὸν νόμον· | |
| Ἵππων Βαχχίου, Πολέμαρχος Χαριξένου. εἰ δέ τις αὐτᾶς ἐφάπτοιτο ἐπὶ καταδου- | |
| λισμῶι, κύριος ἔστω συλέων ὁ παρατυχὼν ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμι- | |
| ος ἐὼν καὶ ἀνυπόδικος ὁ συλέων πάσας δίκας καὶ ζαμίας. μάρτυροι· | |
| 10 | ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων, καὶ οἱ ἄρχοντες Κλέων Κλευδάμου, |
| Καλλικράτης, Μεγάρτας, καὶ ἰδιῶται Τιμόκριτος, Χαρίξενος, Ἀγάθων. |