[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Δαμοστράτου, μηνὸς Ἀπελλαίου, ἀπέ- |
δοτο Ἀντάνωρ Ἀντάνορος, συνευδοκευούσας καὶ | |
τᾶς ματρὸς Νικαίας, τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
σῶμα γυναικεῖον, ἇι ὄνομα Ἀπολλωνία, τὸ γένος | |
5 | οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν ὀκτὼ ἐπ’ ἐλευ- |
θερίαι, καθὼς ἐπίστευσε Ἀπολλωνία τὰν ὠνὰν τῶι | |
θεῶι, ἐφ’ ὧι τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν- | |
των τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ τὸν νό- | |
μον· Διονύσιος Ἀσάνδρου. εἰ δέ τις ἐφάπτοι- | |
10 | το Ἀπολλωνίας ἐπὶ καταδουλισμῶι, κύ- |
ριος ἔστω συλέων καὶ ἀφαιρείμενος | |
ὁ παρεντυγχάνων, ἀζάμιος ἐὼν καὶ ἀν- | |
υπόδικος πάσας δίκας καὶ ζαμίας, καὶ | |
ὁ βεβαιωτὴρ βεβαιούτω τὰν ὠνὰν | |
15 | τῶι θεῶι. μάρτυροι· τῶν ἀρχόντων Σώστρα- |
τος Σωτύλου, Ἡρακλείδας Καλλία, καὶ ἰδιῶ- | |
ται Ἁγίων Πολυκλείτου, Τιμοκλῆς Πολύωνος, | |
Ἀγησίλαος Ταραντίνου, Νικάνωρ Στράτωνος, | |
Σωσιμένης Δαμοφάνεος, Κλέων Κλεοδάμου. |