[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Δαμοστράτου, μηνὸς Ἀπελλαίου, ἀπέ- |
| δοτο Ἀντάνωρ Ἀντάνορος, συνευδοκευούσας καὶ | |
| τᾶς ματρὸς Νικαίας, τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
| σῶμα γυναικεῖον, ἇι ὄνομα Ἀπολλωνία, τὸ γένος | |
| 5 | οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν ὀκτὼ ἐπ’ ἐλευ- |
| θερίαι, καθὼς ἐπίστευσε Ἀπολλωνία τὰν ὠνὰν τῶι | |
| θεῶι, ἐφ’ ὧι τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν- | |
| των τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ τὸν νό- | |
| μον· Διονύσιος Ἀσάνδρου. εἰ δέ τις ἐφάπτοι- | |
| 10 | το Ἀπολλωνίας ἐπὶ καταδουλισμῶι, κύ- |
| ριος ἔστω συλέων καὶ ἀφαιρείμενος | |
| ὁ παρεντυγχάνων, ἀζάμιος ἐὼν καὶ ἀν- | |
| υπόδικος πάσας δίκας καὶ ζαμίας, καὶ | |
| ὁ βεβαιωτὴρ βεβαιούτω τὰν ὠνὰν | |
| 15 | τῶι θεῶι. μάρτυροι· τῶν ἀρχόντων Σώστρα- |
| τος Σωτύλου, Ἡρακλείδας Καλλία, καὶ ἰδιῶ- | |
| ται Ἁγίων Πολυκλείτου, Τιμοκλῆς Πολύωνος, | |
| Ἀγησίλαος Ταραντίνου, Νικάνωρ Στράτωνος, | |
| Σωσιμένης Δαμοφάνεος, Κλέων Κλεοδάμου. |