[ ]
Phokis — Delphi — 50 BC
| 1 | ἄρχοντος Διονυσίου, μηνὸς Ποιτροπί- |
| ου, βουλευόντων Πάτρωνος, Ἁγίωνος, | |
| Φιλιστίωνος, Πάτρωνος, Ἀλέξανδρος | |
| Ἀλεξάνδρου, παρόντος αὐτῶι τοῦ κυ- | |
| 5 | ρίου Καλλιδάμου τοῦ Σωσιξένου, κα- |
| τα {τὰ} δὲ υἱοθεσίαν Καλλιδάμου, συ- | |
| νευαρεστούντων τῶν υἱῶν αὐτοῦ Ὀλ- | |
| υμπίχου καὶ Σωσιξένου τοῦ Καλλιδάμου, | |
| καὶ Ἀριστὼ Σωσικράτεος καὶ Ἀθηναϊὶς | |
| 10 | Ἀθηνίωνος, παρόντος αὐτᾶι Σωστρά- |
| του τοῦ Ξένωνος, ἀπέδοντο τῶι Ἀπόλ- | |
| λωνι τῶι Πυθίωι κοράσιον γένει Χαιρω- | |
| νείας ὧι ὄνομα Ὀνησιφόρον, τιμᾶς στατή- | |
| ρων δέκα, καὶ τὰν τιμὰν ἀπέχοντι. Πα- | |
| 15 | ραμεινάτω δὲ Ὀνησιφόρον παρά τε Ἀ- |
| λεξάνδρωι καὶ Ἀθηναϊίδι καὶ Ἀριστοῖ | |
| πάντα τὸν τᾶς ζωᾶς χρόνον. Ἐξέστω | |
| δὲ Ὀνασιφόρῳ, εἰ θέλοι χωρίζεσθαι | |
| ἀπὸ τᾶς παραμονᾶς, δόμεν Ἀλεξάν- | |
| 20 | δρωι μὲν μνᾶν καὶ ἥμισον, καὶ Ἀριστοῖ καὶ Ἀθηναϊίδι ἄλλαν μνᾶν καὶ ἥμισον. |
| μάρτυροι· Λαϊάδας, Ἐμμενίδας· Δάμων, | |
| Ἦρυς. |