[ ]
Phokis — Delphi — 50 BC
| 1 | ἄρχοντος ἐν {Χαλεν} Χαλείωι Μέμνονος |
| τοῦ Δάμωνος, μηνὸς Κουτίου, ἐν δὲ | |
| Δελφοῖς ἄρχοντος Νεοστράτου τοῦ Ἄρ- | |
| χωνος, μηνὸς Ἡραίου, βουλευόντων Πο- | |
| 5 | λεμάρχου, Εὐκλείδα, ἀπέδοτο Εὐπορία |
| Δορκίνα Χαληίς, συνευαρεστέοντος καὶ τοῦ υἱοῦ Ἡρακλείδα, τῶι Ἀπόλλωνι τῶι | |
| Πυθίωι ἐπ’ ἐλευθερίαι παιδάριον οἰκογενές, ὧι ὄνομα Ἀφροδίσιος, τιμᾶς ἀργυρίου μνᾶν πέν- | |
| τε καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν, ἐφ’ ὧι τε εἶμεν Ἀφροδίσιον ἐλεύθερον καὶ ἀνέφα- | |
| πτον ἀπὸ {πο} πάντων. Παραμεινάτω δὲ Ἀφροδίσιος Εὐπορίαι καὶ Δαμοφάνει ἕως κα ζῶ- | |
| 10 | ντι, ποιῶν τὸ δυνατὸν πᾶν. εἰ δὲ μὴ παραμένοι καθὼς ἁ ὠνὰ περιέχει, ἐξουσίαν ἐχέ- |
| τωσαν Εὐπορία καὶ Δαμοφάνης ἐπιτιμέοντες Ἀφροδίσιον ὧι κα προαιρέωνται τρό- | |
| πωι. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ξενοκράτης Νίκωνος Χαλειεύς, Δελφὸς | |
| δὲ Δίων Λαϊάδα· τὰν ὠνὰν φυλάσσει Μνασίας Μέμνονος Χαλειεύς, Δελφὸς δὲ | |
| Πολέμαρχος Δάμωνος. μάρτυροι· Ἀλέξανδρος Ξενοκράτεος, Κλεοσθένης, Εὐάμερος, | |
| 15 | Στέφανος. |