[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Σωσιπάτρου, μηνὸς Ἀμαλίου, βου- |
| λευόντων τὰν δευτέραν ἑξάμηνον Ἀ- | |
| μύντα τοῦ Εὐδώρου, Πάσωνος τοῦ Δαμένεος, | |
| 5 | γραμματεύοντος δὲ Ξένωνος τοῦ Πολύωνος, |
| ἐπὶ τοῖσδε ἀπέδοτο Σώστρατος Σωτύλου, συνευδο- | |
| κεόντων καὶ τῶν υἱῶν αὐτοῦ Σωτύλου καὶ Ἀρί- | |
| στωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον | |
| ἇι ὄνομα Εἰράνα, τὸ γένος Σύραν, τιμᾶς ἀργυρίου μνᾶν | |
| 10 | τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ- |
| σε Εἰράνα τῶι θεῶι τὰν ὠνὰν ἐφ’ ὧι τε ἐλευθέ- | |
| ρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν | |
| πάντα βίον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέ- | |
| χουσα οἷς κα θέληι. βεβαιωτῆρες κατὰ τοὺς | |
| νόμους τᾶς πόλιος· Τιμοκλῆς Πολύωνος, Τείσων Θευ- | |
| 15 | χάριος. εἰ δέ τις ἅπτοιτο Εἰράνας ἐπὶ καταδουλισ- |
| μῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε | |
| ἀποδόμενος Σώστρατος καὶ οἱ βεβαιωτῆ- | |
| ρες Τιμοκλῆς καὶ Τείσων. εἰ δὲ μὴ παρέ- | |
| χοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πρά- | |
| 20 | κτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πό- |
| λιος· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύ- | |
| ριοι ἐόντω συλέοντες Εἰράναν ἐλευθέραν | |
| ἐοῦσαν, ἀζάμιοι ἐόντες καὶ ἀνυπό- | |
| δικοι πάσας δίκας καὶ ζαμίας. Παραμεινάτω | |
| 25 | δὲ Εἰράνα παρὰ Σώστρατον ἀπὸ τᾶς Σωσιπά- |
| τρου ἀρχᾶς, μηνὸς Ἀμαλίου, ἔτη δέκα, ποιέουσα | |
| τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγ- | |
| κλήτως. εἰ δὲ μὴ ποιέοι ἢ μὴ παραμένοι Εἰράνα | |
| παρὰ Σώστρατον, ἐξουσίαν ἐχέτω Σώστρατος | |
| 30 | ἐπιτιμ[έω]ν Εἰράναν. εἰ δέ τι ἀνθρώπινον γέ- |
| νοιτο περὶ Σώστρατον πρὸ τοῦ τὰ δέκα | |
| ἔτη διελθεῖν, ἐλευθέρα ἔστω Εἰράνα, | |
| καθὼς ἐπάνω γέγραπται. μάρτυροι· | |
| οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος, καὶ οἱ ἄρχον- | |
| 35 | τες, καὶ ἰδιῶται· Πολίτας, Διονύσιος, Δαμοφάνης. |