[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Δαμοσθένεος, μηνὸς Ἀπελλαίου, βουλευόντων
τὰν πρώταν ἑξάμηνον Φιλαιτώλου τοῦ Φαίνιος, Τιμοκλέος τοῦ
Θρασεα, γραμματεύοντος δὲ Ἀναξανδρίδα τοῦ Αἰακίδα, ἐπὶ τοῖς
δε ἀπέδοτο Ἀριστόμαχος Ὀλυμπογένεος, συνευδοκεούσας
5 καὶ τᾶς γυναικὸς αὐτοῦ Ἀριστοῦς τᾶς Ἐπινόμου [ἐ]ούσας Ἀρι-
στομάχου, καὶ τοῦ υἱοῦ αὐτᾶς Πύρρου, τῶι Ἀπόλλωνι τῶι Πυ-
θίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀγαθώ, τὸ γένος Σύραν, τιμᾶς ἀρ-
γυρίου μνᾶν πέντε καὶ ἡμιμναίου καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς
ἐπίστευσε Ἀγαθὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέρα εἶ-
10 μεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέουσα
ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν
νόμον τᾶς πόλιος· Ἀρτεμίδωρος Ἀπολλωνίου. εἰ δέ τις ἅπτοι-
το Ἀγαθοῦς ἐπὶ καταδουλισσμῶι, βέβαιον παρεχόντων τῶι
θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀριστόμαχος καὶ ὁ βεβαιω-
15 τὴρ Ἀρτεμίδωρος. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠ-
νάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος· ὁμοίως
δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Ἀγα-
θὼ ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι
πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος
20 Ἄρχων καὶ οἱ ἄρχοντες Φιλαίτωλος, Τιμοκλῆς, Ἀναξαν-
δρίδας, καὶ ἰδιῶται Τιμόκριτος, Ἀριστόδαμος Ἄγωνος, Δαμάνθης, Λαϊάδας, Εὐκλῆς.
Search Help
Contact Us