[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Δαμοσθένεος, μηνὸς Ἀπελλαίου, βουλευόντων |
| τὰν πρώταν ἑξάμηνον Φιλαιτώλου τοῦ Φαίνιος, Τιμοκλέος τοῦ | |
| Θρασεα, γραμματεύοντος δὲ Ἀναξανδρίδα τοῦ Αἰακίδα, ἐπὶ τοῖς | |
| δε ἀπέδοτο Ἀριστόμαχος Ὀλυμπογένεος, συνευδοκεούσας | |
| 5 | καὶ τᾶς γυναικὸς αὐτοῦ Ἀριστοῦς τᾶς Ἐπινόμου [ἐ]ούσας Ἀρι- |
| στομάχου, καὶ τοῦ υἱοῦ αὐτᾶς Πύρρου, τῶι Ἀπόλλωνι τῶι Πυ- | |
| θίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀγαθώ, τὸ γένος Σύραν, τιμᾶς ἀρ- | |
| γυρίου μνᾶν πέντε καὶ ἡμιμναίου καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς | |
| ἐπίστευσε Ἀγαθὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέρα εἶ- | |
| 10 | μεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέουσα |
| ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν | |
| νόμον τᾶς πόλιος· Ἀρτεμίδωρος Ἀπολλωνίου. εἰ δέ τις ἅπτοι- | |
| το Ἀγαθοῦς ἐπὶ καταδουλισσμῶι, βέβαιον παρεχόντων τῶι | |
| θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀριστόμαχος καὶ ὁ βεβαιω- | |
| 15 | τὴρ Ἀρτεμίδωρος. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠ- |
| νάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος· ὁμοίως | |
| δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Ἀγα- | |
| θὼ ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι | |
| πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος | |
| 20 | Ἄρχων καὶ οἱ ἄρχοντες Φιλαίτωλος, Τιμοκλῆς, Ἀναξαν- |
| δρίδας, καὶ ἰδιῶται Τιμόκριτος, Ἀριστόδαμος Ἄγωνος, Δαμάνθης, Λαϊάδας, Εὐκλῆς. |