[ ]
Phokis — Delphi — 50 BC
| 1 | ἄρχοντος ἐν Δελφοῖς Κλεοξενίδα, μηνὸς Βοαθόου, ἐν δὲ Χαλείωι |
| Δάμωνος τοῦ Δαμοκλέος, μηνὸς Βουκατίου, βουλευόντων Καλλιστράτου, | |
| Πολυτιμίδα, Πεισιστράτου, Κλέωνος, ἀπέδοτο Εὐταξία Σωσία, συνευ- | |
| αρεστεόντων καὶ τῶν υἱῶν αὐτᾶς Ξένωνος καὶ Βοΐσκου, τῶι Ἀπολλωνι τῶι Πυ- | |
| 5 | θίωι κοράσιον οἰκογενὲς ἇι ὄνομα Συνμαχία, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τι- |
| μὰν ἀπέχει πᾶσαν, καθὼς ἐπὶστευσε Συνμαχία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέ- | |
| ραν εἶμεν καὶ ἀνέφαπτον τὸν πάντα χρόνον, ποιοῦσα ὅ κα θέληι, καὶ ἀποτρέχουσα | |
| ἇι κα θέληι. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Νίκων Νικαίου. εἰ δέ τις | |
| ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν | |
| 10 | ἅ τε Εὐταξία καὶ οἱ υἱοὶ αὐτᾶς οἱ ἀποδόμενοι, καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ |
| ὁ παρατυχὼν ἐξουσίαν ἐχέτω συλέων Συνμαχίαν ἐλευθέραν οὖσαν, ἀζάμιος | |
| ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος | |
| Ἐμμενίδας καὶ Λαϊάδας, ἰδιῶται {διῶται} Διονύσιος, Σώτηρος Δελφοί, Χαλεῖς δὲ ․․․․․․․․ |