[ ]
Phokis — Delphi — 50 BC
| 1 | ἄρχοντος Ταραντίνου, μη- |
| νὸς Θεοξενίου, βουλευόντων | |
| Φιλαιτώλου, Δάμωνος, Κλεοδάμου, | |
| Δάμωνος, ἐπὶ τοῖσδε ἀπέδοντο | |
| 5 | Εὐάγγελος καὶ Φιλώ, συνευαρε- |
| στέοντος καὶ τοῦ υἱοῦ αὐτῶν | |
| Μεγάρτα, τῶι Ἀπόλλωνι τῶι Πυ- | |
| θίωι σῶμα γυναικεῖον ἇι ὄνομα | |
| Βώτα, τιμᾶς ἀργυρίου μνᾶν τεσ- | |
| 10 | σάρων, καὶ τὰν τιμὰν ἔχοντι πᾶ- |
| σαν. βεβαιωτὴρ κατὰ τοὺς νόμο- | |
| υς τᾶς πόλιος· Εὐκλείδας Αἰακί- | |
| δα, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν | |
| Βώταν καὶ ἀνέφαπτον ἀπὸ πάν- | |
| 15 | των, ποιοῦσαν ὅ κα θέληι. εἰ δέ |
| τις ἐφάπτοιτο Βώτας ἐπὶ κατα- | |
| δουλισμῶι, κύριος ἔστω ὁ παρα- | |
| τυχὼν συλέων Βῶταν ὡς ἐλευ- | |
| θέραν οὖσαν, ἀζάμιος ὢν πάσας | |
| 20 | δίκας καὶ ζαμίας καὶ ὁ βεβαιωτὴρ |
| βεβαιούτω, καὶ οἱ ἀποδόμενοι | |
| βέβαιον παρεχόντω τῶι θεῶι | |
| τὰν ὠνάν. μάρτυροι· οἱ ἱαρεῖς Ἐμ- | |
| μενίδας, Λαιάδας, ἰδιῶται Πάτρων, | |
| 25 | Ὀρθαῖος, Σάτυρος. |