[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Ἁγίωνος τοῦ Ἐχεφύλου, |
| μηνὸς Ἀμαλίου, βουλευόντων τὰν | |
| δευτέραν ἑξάμηνον Κλέωνος τοῦ Ἥ- | |
| ρυος, Ἀζαράτου τοῦ Ἀντιχάρεος, γραμ- | |
| 5 | ματεύοντος δὲ Ταραντίνου τοῦ Μνα- |
| σιθέου, ἐπὶ τοῖσδε ἀπέδοντο Πραξί- | |
| ας, Εὔδοκος, Δαμαίνετος οἱ Θρασυ- | |
| κλέος, συνευδοκεούσας καὶ τᾶς μα- | |
| τρὸς αὐτῶν Ξενοφανέας, τῶι Ἀπόλ- | |
| 10 | λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, |
| ἇι ὄνομα Δαρδάνα τὸ γένος Δαρδά- | |
| ναν, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, | |
| καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν· βεβαιω- | |
| τὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Ξε- | |
| 15 | νόκριτος Στησιμένεος, ἐφ’ ὅτωι ἐλευ- |
| θέραν εἶμεν Δαρδάναν καὶ ἀνέφα- | |
| πτον ἀπὸ πάντων, ποιοῦσαν ὅ κα θέλη | |
| καὶ ἀποτρέχουσαν οἷς κα θέλη. εἰ δέ | |
| τις ἐφάπτοιτο Δαρδάνας ἐπὶ κατα- | |
| 20 | δουλισμῶι, κύριος ἔστω ὁ παρατυ- |
| χὼν συλέων Δαρδάναν, ὡς ἐλευθέ- | |
| ραν οὖσαν ἀζάμιος ὢν πάσας δί- | |
| κας καὶ ζαμίας, καὶ ὁ βεβαιωτὴρ βε- | |
| βαιούτω καὶ οἱ ἀποδόμενοι βέβαιον | |
| 25 | παρεχόντω τῶι θεῶι τὰν ὠνάν. μάρ- |
| τυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄθαμ- | |
| βος Ἁβρομάχου καὶ οἱ ἄρχοντες | |
| Κλέων, Ταραντῖνος καὶ ἰδιῶται | |
| Πατρέας Ἀνδρονίκου, Βαβύλος | |
| 30 | Ἀνδρομένεος, Ἕβρος, Ἡρακλέ- |
| ων, Φίλιστος, Ξενόκριτος Στη- | |
| σιμένεος, Καλλίας Δίωνος. |