[ ]
Phokis — Delphi — 50-1 BC
| 1 | ἄρχ<ο>ντος Εὐ[κλεί]δα τοῦ Ἡρακλείδα, μηνὸς |
| Ἀπελλαίου, βουλευόντων Ἀντιγένεος | |
| τοῦ Ἀρχία, Μένητος τοῦ Δάμωνος, ἀπέδον- | |
| το Νικόστρατος Ἄρχωνος καὶ Δαντὼ | |
| 5 | {τᾶς} Εὐδώρου, συνευαρεστεούσας |
| καὶ τᾶς θυγατρὸς τοῦ υἱοῦ αὐτῶν Ἄρχω- | |
| νος Δαντοῦς, ἐπ’ ἐλευθερία τῶι Ἀπόλλω- | |
| νι τῶι Πυθίωι σῶμα γυναικεῖον. ἇ ὄνομα Φι- | |
| λουμένα, τιμᾶς ἀργυρίου μνᾶν ἐννέα, | |
| 10 | καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν. βεβαιω- |
| τὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Μελισσίων | |
| Διονυσίου, καθὼς ἐπίσστευσε Φιλουμένα | |
| τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧτε ἐλεύθεραν εἶ- | |
| μεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάν- | |
| 15 | τα χρόν<ον>. εἰ δέ τις ἐφάπτοιτο Φιλουμένας |
| ἐπὶ καταδουλισμῶ, βέβ<α>ιον παρεχόντων | |
| τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ | |
| ὁ βεβαιωτήρ. κύριος δὲ ἔστω {ι} καὶ <ἄ>λλος συ- | |
| λέων Φιλουμέναν ὡς ἐλευθέραν οὖσαν | |
| 20 | ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας |
| καὶ ζαμίας. μάρτυροι· οἵ τε ἱερεῖς τοῦ Ἀπόλ- | |
| λωνος τοῦ Πυθίου Καλλίστρατος Αἰακίδα, | |
| Ἁβρόμαχος Ξεναγόρα καὶ ἰδιῶται Διόδω- | |
| ρος Δωροθέου, Βαβύλος Λαιάδα, Δωρόθε- | |
| 25 | ος Διοδώρου, Νίκανδρος, Φιλισστίων. |