[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Δαμοσθένεος μηνὸς Ποιτροπίου, βουλευόντων |
| τὰν πρώταν ἑξάμηνον Φιλαιτώλου τοῦ Φαίνιος, Τιμοκλέος τοῦ | |
| Θρασέα, γραμματεύοντος Ἀναξανδρίδα τοῦ Αἰακίδα, ἐπὶ τοῖσ- | |
| δε ἀπέδοτο Πολέμαρχος Πολέμωνος, συνευδοκέοντος | |
| 5 | καὶ τοῦ υἱοῦ Πολέμωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα |
| γυναικεῖον ἇι ὄνομα Πίστις τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου | |
| μνᾶν τεττάρων καὶ ἡμιμναίου, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς | |
| ἐπίστευσε Πίστις τῶι θεῶι τὰν ὠνάν ἐφ’ ὧιτε ἐλευθέρα εἶ- | |
| μεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέουσα ὅ κα | |
| 10 | θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον |
| τᾶς πόλιος· Ξεναίνετος Σωσινίκου. εἰ δέ τις ἅπτοιτο Πίστιος | |
| ἐπὶ καταδουλισσμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν | |
| ὅ τε ἀποδόμενος Πολέμαρχος καὶ ὁ βεβαιωτὴρ Ξεναίνετος. | |
| εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόν- | |
| 15 | των κατὰ τὸν νόμον τᾶς πόλιος, ὁμοίως δὲ καὶ οἱ παρα- |
| τυγχάνοντες κύριοι ἐόντων συλέοντες Πί<σ>τιν(!) ὡς ἐλευ- | |
| θέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πασας δί- | |
| κας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρ- | |
| χων καὶ οἱ ἄρχοντες Φιλαίτωλος, Τιμοκλῆς, Ἀνα- | |
| 20 | ξανδρίδας, καὶ ἰδιῶται Τιμόκριτος, Κλέων Δι- |
| ονυσίου, Μένης Πισι<σ>τράτου(!), Δίων Φιλιστίω- | |
| νος. |