[ ]
Phokis — Delphi
| 1 | ἄρχοντος Ξεναγόρα τοῦ Ἁβρομάχου, μηνὸς |
| Βουκατίου, βουλευόντων Διονυσίου τοῦ Ἀστο- | |
| ξένου, Γοργίλου τοῦ Ἀντιφίλου, ἀπέδοτο Ζωΐλος | |
| Ζωΐλου τῶι Ἀπόλλωνι τῶι Πυθίωι, συνευαρεστε- | |
| 5 | όντων καὶ τῶν τέκνων Μελίσσου καὶ Θεοτίμας, σώ- |
| ματα γυναικεῖα αἷς ὀνόματα Βερενίκα καὶ Ἀπολλωνί- | |
| α, τιμᾶς ἀργυρίου μνᾶν δύο καὶ ἡμίσου, καὶ τὰν τιμὰν ἀ- | |
| πέχει πᾶσαν, καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνὰν | |
| Βερενίκα καὶ Ἀπολλωνία, ἐφ’ ὧιτε ἐλευθέρας εἶμεν καὶ | |
| 10 | ἀνεφάπτους ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιωτὴρ |
| κατὰ τοὺς νόμους τᾶς πόλιος· Λαιάδας Μελισσίωνος. | |
| εἰ δέ τις ἐφάπτοιτο Βερενίκας καὶ Ἀπολλωνίας ἐπὶ κατα- | |
| δουλισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν | |
| ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ ὁ πα- | |
| 15 | ρατυχὼν κύριος ἔστω συλέων Ἀπολλωνίαν καὶ |
| Βερενίκαν ὡς ἐλευθέρας οὔσας, ἀζάμιος ὢν καὶ | |
| ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες· | |
| οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Πολέμαρχος Δάμω- | |
| νος, Διόδωρος Φιλονίκου, καὶ ἰδιῶται Δάμων καὶ | |
| 20 | Πάσων οἱ Πολεμάρχου, Καλλίστρατος Νικάνδρου, |
| Ξεναγόρας Ἁβρομάχου, Φιλαίτωλος Θεοξένου. |