[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Δαμοστράτου, μη- |
| νὸς Ἰλαίου, βουλευόντων τὰν δευ- | |
| τέραν ἑξάμηνον Ἀθάμβου τοῦ Ἁβρομάχου, | |
| Γλαύκου τοῦ Ξένωνος, γραμματεύοντος Σω- | |
| 5 | ξένου τοῦ Ἐκεφύλου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀντίφιλος, |
| συνευδοκέοντος καὶ τοῦ υἱοῦ αὐτοῦ Βάττου, τῶι Ἀπόλλωνι | |
| τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωτηρὶς τὸ γένος Θρᾶισαν | |
| τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐ- | |
| πίστευσε Σωτηρὶς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα | |
| 10 | εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέουσα |
| ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νό- | |
| μον τᾶς πόλιος· Γοργίλος Φαίνιος. εἰ δέ τις ἅπτοιτο Σωτηρίδος ἐπὶ κα- | |
| ταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀπο- | |
| δόμενος Ἀντίφιλος καὶ ὁ βεβαιωτὴρ Γοργίλος. εἰ δὲ μὴ παρέχοιν βέ- | |
| 15 | βαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πό- |
| λιος· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες | |
| Σωτηρὶν ὡς ἐλεύθεραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πά- | |
| σας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Σωτηρὶς παρὰ Ἀντίφιλον ἄχρι οὗ κα | |
| ζώηι Ἀντίφιλος ποιέουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλή- | |
| 20 | τως. εἰ δὲ μὴ ποιέοι ἢ μὴ παραμένοι Σωτηρὶς παρὰ Αντίφιλον, κύριος ἔστω |
| επιτιμέων Ἀντίφιλος καὶ ἄλλος ὑπὲρ Ἀντίφιλον τρόπωι ὧι κα αὐτὸς θέ- | |
| ληι, πλὰν μὴ πωλέων. ἐπεὶ δέ κά τι πάθηι ἀνθρώπινον Ἀντίφιλος ποτα- | |
| ποδότω Σωτηρὶς Βάττωι ἀργυρίου μνᾶν, καὶ ἐλευθέρα ἔστω Σωτηρίς, | |
| καθὼς ἐπάνω γέγραπται. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀν- | |
| 25 | δρόνικος, Πραξίας καὶ οἱ ἄρχοντες Γλαῦκος, Σώξενος, καὶ ἰδιῶται Τιμό- |
| κριτος, Μένης, Εὐκλείδας. |