[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Δαμοσθένεος τοῦ Ἄρχωνος μηνὸς |
Ποιτροπίου τοῦ πρώτου, βουλευόντων τὰν πρώταν | |
ἑξάμηνον Φιλαιτώλου τοῦ Φαίνιος, Τιμοκλέος τοῦ Θρα- | |
σέα, γραμματεύοντος Ἀναξανδρίδα τοῦ | |
5 | Αἰακίδα, ἐπὶ τοῖσδε ἀπέδοτο [Ἀστίας] |
Ἀμεινία Δελφὸς τῶι Ἀπόλλωνι [τῶι Πυθίωι] σῶμα | |
γυναικεῖον ἇι ὄνομα Σωφρόνα κ[αὶ τὸν υἱὸν] αὐτᾶς Ἡρακλεί- | |
δαν, τὸ γένος ἐκ Φανατέος, τιμᾶς [ἀργυρίου] μνᾶν τεττά- | |
ρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς [ἐπίστ]ευσε Σωφρόν- | |
10 | α καὶ Ἡρακλείδας τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι ἐλευθέρους |
εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν πάντα χρό- | |
νον, ποιοῦντας ὅ κα θέλωντι καὶ ἀποτρέχοντας οἷς | |
κα θέλωντι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πό- | |
λιος· Ἄθαμβος Ἀθανίωνος. εἰ δέ [τίς] κα ἐφάπτοι- | |
15 | το ἐπὶ καταδουλισσμῶι Σωφρόνας καὶ Ἡρακλείδα, βέβαι- |
ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδό- | |
μενος Ἀστίας καὶ ὁ βεβαιωτὴρ Ἄθαμβος Ἀθα- | |
νίωνος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες | |
κύριοι ἐόντων συλέοντες Σωφρόναν καὶ Ἡ- | |
20 | ρακλείδαν ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐ- |
όντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμί- | |
ας. μάρτυροι ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων | |
καὶ ὁ ἄρχων Ἀναξανδρίδας, καὶ ἰδιῶται Ἄθαμ- | |
βος Ἀθανίωνος, Κλέων Κλεοδάμου, Τιμό- | |
25 | κριτος, Βαβύρτας, Λυσίμαχος, Σωσικράτης |
Κρόκου, Δωρόθεος. |