[ ]
Phokis — Delphi — 50-1 BC
| 1 | ἄρχοντος Δαμοσθένεος, μηνὸς Ποιτροπίου, ἀπέ- |
| δοτο Διονύσιος Ἰρανίωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
| σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωτηρίδας τὸ γένος οἰ- | |
| κογενῆ, τιμᾶς ἀργυρίου μνᾶν δέκατριῶν, καὶ τὰν | |
| 5 | τιμὰν ἀπέχει πᾶσαν, καθὼς ἐπίστευσε Σωτηρίδας |
| τὰν ὠνὰν τῶι Ἀπόλλωνι τῶι Πυθίωι, ἐφ’ ὧιτε ἐλεύθε- | |
| ρον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα | |
| χρόνον, ποιοῦντι ὅ κα θέληι καὶ ἀποτρέχοντι ἇι κα θέ- | |
| ληι. βεβαιωτῆρες κατὰ τὸν νόμον τᾶς πόλιος καὶ κα- | |
| 10 | τὰ τὸ σύμβολον τὸ ποτὶ Ἀμφισεῖς· Φιλοκράτης Ξένω- |
| νος Δελφός, Ἡρακλείδας Εὐτύχου Ἀμφισσεύς. εἰ δέ | |
| τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι Σωτηρίδα, βέβαι- | |
| ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος | |
| Διονύσιος καὶ οἱ βεβαιωτῆρες. εἰ δὲ μὴ παρέχοιν | |
| 15 | βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων |
| κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ πα- | |
| ρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Σωτη- | |
| ρίδαν, ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ὄντες καὶ | |
| ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱε- | |
| 20 | ρεὺς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ ὁ νεωκόρος Μένης, |
| καὶ τῶν ἀρχόντων Ἀναξανδρίδας Αἰακίδα, καὶ | |
| ἰδιῶται Ἄθαμβος Ἁβρομάχου, Ὀρθαγόρας | |
| Ἀρίστωνος, Εὐάγγελος Πάτρωνος, Ἀρχέλαος | |
| Δαμοσθένεος, Δημήτριος Θεοδώρου, Δαμότιμος | |
| 25 | Ἀνδρονίκου, Κλέων Διονυσίου, Κλέων Ἥρυος Δελφοί, |
| Μενεκράτης Νικέα Ἀμφισσεύς, Σύμμαχος | |
| Λύκωνος Οἰανθεύς. |