[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Δαμοσθένεος τοῦ Ἄρχωνος μηνὸς |
| Ποιτροπίου τοῦ πρώτου, βουλευόντων τὰν πρώταν | |
| ἑξάμηνον Φιλαιτώλου τοῦ Φαίνιος, Τιμοκλέος τοῦ Θρα- | |
| σέα, γραμματεύοντος Ἀναξανδρίδα τοῦ | |
| 5 | Αἰακίδα, ἐπὶ τοῖσδε ἀπέδοτο [Ἀστίας] |
| Ἀμεινία Δελφὸς τῶι Ἀπόλλωνι [τῶι Πυθίωι] σῶμα | |
| γυναικεῖον ἇι ὄνομα Σωφρόνα κ[αὶ τὸν υἱὸν] αὐτᾶς Ἡρακλεί- | |
| δαν, τὸ γένος ἐκ Φανατέος, τιμᾶς [ἀργυρίου] μνᾶν τεττά- | |
| ρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς [ἐπίστ]ευσε Σωφρόν- | |
| 10 | α καὶ Ἡρακλείδας τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι ἐλευθέρους |
| εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν πάντα χρό- | |
| νον, ποιοῦντας ὅ κα θέλωντι καὶ ἀποτρέχοντας οἷς | |
| κα θέλωντι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πό- | |
| λιος· Ἄθαμβος Ἀθανίωνος. εἰ δέ [τίς] κα ἐφάπτοι- | |
| 15 | το ἐπὶ καταδουλισσμῶι Σωφρόνας καὶ Ἡρακλείδα, βέβαι- |
| ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδό- | |
| μενος Ἀστίας καὶ ὁ βεβαιωτὴρ Ἄθαμβος Ἀθα- | |
| νίωνος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες | |
| κύριοι ἐόντων συλέοντες Σωφρόναν καὶ Ἡ- | |
| 20 | ρακλείδαν ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐ- |
| όντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμί- | |
| ας. μάρτυροι ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων | |
| καὶ ὁ ἄρχων Ἀναξανδρίδας, καὶ ἰδιῶται Ἄθαμ- | |
| βος Ἀθανίωνος, Κλέων Κλεοδάμου, Τιμό- | |
| 25 | κριτος, Βαβύρτας, Λυσίμαχος, Σωσικράτης |
| Κρόκου, Δωρόθεος. |