[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Δαμοσθένεος τοῦ Ἄρχωνος μηνὸς
Ποιτροπίου τοῦ πρώτου, βουλευόντων τὰν πρώταν
ἑξάμηνον Φιλαιτώλου τοῦ Φαίνιος, Τιμοκλέος τοῦ Θρα-
σέα, γραμματεύοντος Ἀναξανδρίδα τοῦ
5 Αἰακίδα, ἐπὶ τοῖσδε ἀπέδοτο [Ἀστίας]
Ἀμεινία Δελφὸς τῶι Ἀπόλλωνι [τῶι Πυθίωι] σῶμα
γυναικεῖον ἇι ὄνομα Σωφρόνα κ[αὶ τὸν υἱὸν] αὐτᾶς Ἡρακλεί-
δαν, τὸ γένος ἐκ Φανατέος, τιμᾶς [ἀργυρίου] μνᾶν τεττά-
ρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς [ἐπίστ]ευσε Σωφρόν-
10 α καὶ Ἡρακλείδας τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι ἐλευθέρους
εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν πάντα χρό-
νον, ποιοῦντας ὅ κα θέλωντι καὶ ἀποτρέχοντας οἷς
κα θέλωντι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πό-
λιος· Ἄθαμβος Ἀθανίωνος. εἰ δέ [τίς] κα ἐφάπτοι-
15 το ἐπὶ καταδουλισσμῶι Σωφρόνας καὶ Ἡρακλείδα, βέβαι-
ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδό-
μενος Ἀστίας καὶ ὁ βεβαιωτὴρ Ἄθαμβος Ἀθα-
νίωνος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες
κύριοι ἐόντων συλέοντες Σωφρόναν καὶ Ἡ-
20 ρακλείδαν ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐ-
όντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμί-
ας. μάρτυροι ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων
καὶ ὁ ἄρχων Ἀναξανδρίδας, καὶ ἰδιῶται Ἄθαμ-
βος Ἀθανίωνος, Κλέων Κλεοδάμου, Τιμό-
25 κριτος, Βαβύρτας, Λυσίμαχος, Σωσικράτης
Κρόκου, Δωρόθεος.
Search Help
Contact Us