[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Ξενοκρίτου μηνὸς Ποιτροπίου τοῦ δευτέρου, |
ἀπέδοτο Καλλὼ Ἀρίστωνος, συνευδοκέοντος καὶ τοῦ | |
ἀνδρὸς Ἀριστομάχου καὶ τῶν ὑῶν Ἀριστωνύμου καὶ Ἀρίσ- | |
τωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον | |
5 | ἇι ὄνομα Σωτίμα τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου |
μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ- | |
σε Σωτίμα τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ | |
ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ τὸν | |
νόμον τᾶς πόλιος· Ἀθανίων Ἀρίστωνος· εἰ δέ τις ἅπτοι- | |
10 | το Σωτίμας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων |
τὰν ὠνὰν τῶι θεῶι ἅ τε ἀποδομένα Καλλὼ καὶ ὁ βεβαιωτὴρ | |
Ἀθανίων. καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Σωτίμαν | |
ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος. μάρτυ- | |
ροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ οἱ ἄρχοντες Σώξε- | |
15 | νος, Σωσίπατρος, Γενναῖος καὶ ἰδιῶται Φιλόνικος, Δαμο- |
φάνης, Σωτήριχος, Τιμόκριτος. |