[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Ξενοκρίτου μηνὸς Ποιτροπίου τοῦ δευτέρου, |
| ἀπέδοτο Καλλὼ Ἀρίστωνος, συνευδοκέοντος καὶ τοῦ | |
| ἀνδρὸς Ἀριστομάχου καὶ τῶν ὑῶν Ἀριστωνύμου καὶ Ἀρίσ- | |
| τωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον | |
| 5 | ἇι ὄνομα Σωτίμα τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου |
| μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ- | |
| σε Σωτίμα τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ | |
| ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ τὸν | |
| νόμον τᾶς πόλιος· Ἀθανίων Ἀρίστωνος· εἰ δέ τις ἅπτοι- | |
| 10 | το Σωτίμας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων |
| τὰν ὠνὰν τῶι θεῶι ἅ τε ἀποδομένα Καλλὼ καὶ ὁ βεβαιωτὴρ | |
| Ἀθανίων. καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Σωτίμαν | |
| ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος. μάρτυ- | |
| ροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ οἱ ἄρχοντες Σώξε- | |
| 15 | νος, Σωσίπατρος, Γενναῖος καὶ ἰδιῶται Φιλόνικος, Δαμο- |
| φάνης, Σωτήριχος, Τιμόκριτος. |