[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Δάμωνος τοῦ Ξενοστράτου μηνὸς Ἰλαίου, βου- |
| λευόντων τὰν δευτέραν ἑξάμηνον Ἁγίωνος τοῦ Ἐχε- | |
| φύλου, Ἀναξανδρίδα τοῦ Αἰακίδα, Εὐ- | |
| κλέος τοῦ Καλλισ[τράτου], ἐπὶ τοῖσδε | |
| 5 | ἀπέδοτο Ἀπολλόδω- |
| [ρος Ἀπολ]λοδώρου Πτολεμαιεὺς ἀπὸ Βάρκης | |
| [τῶι Ἀπόλ]λωνι τῶι Πυθίωι, ἐάν τι αὐτὸς πάθηι, | |
| [ὡς ἐ]λεύθερα σώματα ἀνδρεῖα τρία οἷς ὀ- | |
| [νόματα] Ἀφροδίσιος γένος Θρᾶιξ, Λίβυς γένος Λίβυς, | |
| 10 | [․․․8․․․․ οἰκο]γενὴς καὶ γυναικεῖα τέτταρα αἷς ὀνόματα Λι- |
| [․․․․․․․․․]σσα, Ἐνώμη γένος Σύρα, Ἡράκλεια καὶ Εἰρήνη | |
| [․․․․․․․․]. βεβαιω- | |
| [τῆρες κατὰ] τὸν νόμον τᾶς πόλιος τῶν Δελφῶν· Ἀντιπαθ[․․] | |
| [․․․․․․․]ος, Διονύσιος καὶ Πολίτας οἱ Ἀσάνδρου καὶ Εὔδ- | |
| 15 | [οκος Πραξί]α καὶ Πολέμαρχος Πολέμωνος. εἰ δέ τις ἅπτοιτο |
| [․․․․․․․․․] τινος μετὰ τὸ μεταλλάξαι Ἀπολλόδωρον, οἱ βε- | |
| [βαιωτῆρ]ες τῶι θεῶι τὰν ὠνὰν βέβαιον παρεχόντων. ὁμοίως δὲ καὶ οἱ παρα- | |
| [τυγχάν]οντες κύριοι ἐόντων συλέοντες αὐτοὺς καὶ | |
| αὐτὰς ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐόντες καὶ | |
| 20 | ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς |
| τοῦ Ἀπόλλωνος Ἄρχων καὶ οἱ ἄρχοντες Ἁγίων Ἐχεφύ- | |
| λου, Ἀναξανδρίδας, Εὐκλῆς καὶ ἰδιῶται Τιμόκριτος, | |
| Γόργιππος. | |
| 10 | ... Λι- |
| [βυσσα, γένος Λίβυ]σσα ... |