[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Ξενοκρίτου, μηνὸς Βυσίου, βουλευόν-
των τὰν δευτέραν ἑξάμηνον Κλέωνος του Κλευδά-
μου, Καλλικράτεος τοῦ Διοδώρου, γραμματεύον-
τος Μεγάρτα τοῦ Μελισίωνος, ἐπὶ τοῖσδὲ ἀπέδοτο
5 Πολύων Τιμοκλέος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ-
μα γυναικεῖον ἅι ὄνομα Ἀξίωμα, τὸ γένος οἰκογε-
νῆ, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχει
πᾶσαν, καθὼς ἐπίστευσε Ἀξίωμα τῶι θεῶι τὰν ὠνάν,
ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν-
10 των τὸν πάντα βίον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέχου-
σα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος·
Πάτρων Θρασέα. εἰ δέ τις ἅπτοιτο Ἀξιώματος ἐπὶ κατα-
δουλισμῶι, βέβαιον παρεχόντων τῶι θε͂ωι τὰν ὠνὰν
ὅ τε ἀποδόμενος Πολύων καὶ ὁ βεβαιωτὴρ Πάτρων· εἰ
15 δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτι-
μοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ
οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες
Ἀξίωμα, ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες καὶ
ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱε-
20 ρεὺς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ οὶ ἄρχοντες, καὶ ἰδιῶ-
ται Τιμοκλῆς Πολύωνος, Τιμόκριτος, Σωτύλος Σω-
στράτου, Τιμοκλῆς
Θρασέα.
Search Help
Contact Us